Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·
Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
Χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
Χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς·
Χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
Χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
Χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.
Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·
Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν παύσασα· χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης· χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδη ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.
Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ Σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες εβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
Χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
Χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν·
Χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
Χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε͵ τρυφῆς ἁγίας διάκονε·
Χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Γ’
Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ΄ αὐτοῦ γενομένοις͵ ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην͵ ὥσπερ ἦν͵ ἄφθορον͵ ἱνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χαῖρε͵ τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε͵ τὸ στέφος τῆς ἐγκρατείας·
Χαῖρε͵ ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε͵ τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα·
Χαῖρε͵ δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε͵ ξύλον εὐσκιόφυλλον͵ ὑφ΄ οὗ σκέπονται πολλοί·
Χαῖρε͵ κυοφοροῦσα οδηγόν πλανωμένοις· χαῖρε͵ ἀπογεννῶσα λυτρωτήν αιχμαλώτοις·
Χαῖρε͵ Κριτοῦ δικαίου δυσώπησις· χαῖρε͵ πολλῶν πταιόντων συγχώρησις·
Χαῖρε͵ στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε͵ στοργὴ πάντα πόθον νικῶσα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου͵ τὸν νοῦν εἰς οὐρανόν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος͵ βουλόμενος ἑλκυσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ΄ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή͵ οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε͵ Θεοῦ ἀχωρήτου χώρα· χαῖρε͵ σεπτοῦ μυστηρίου θύρα·
Χαῖρε͵ τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε͵ τῶν πιστῶν ἀναμφίβολον καύχημα·
Χαῖρε͵ ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε͵ οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ·
Χαῖρε͵ ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε͵ ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα·
Χαῖρε͵ δι΄ ἧς ἐλύθη παράβασις· χαῖρε͵ δι΄ ἧς ἠνοίχθη παράδεισος·
Χαῖρε͵ ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε͵ ἐλπὶς ἀγαθῶν αἰωνίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον͵ ἡμῖν μὲν συνδιάγοντα͵ ἀκούοντα δὲ παρὰ πάντων ούτως· Ἀλληλούϊα.
Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί͵ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν·
Χαῖρε͵ σοφίας Θεοῦ δοχεῖον· χαῖρε͵ προνοίας αὐτοῦ ταμεῖον·
Χαῖρε͵ φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε͵ τεχνολόγους ἀλόγους ἐλέγχουσα·
Χαῖρε͵ ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε͵ ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί·
Χαῖρε͵ τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε͵ τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα·
Χαῖρε͵ βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε͵ πολλοὺς ἐν γνώσει φωτίζουσα·
Χαῖρε͵ ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε͵ λιμὴν τῶν τοῦ βίου πλωτήρων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεὸς δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς άνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Δ’
Τεῖχος εἶ τῶν παρθένων͵ Θεοτόκε Παρθένε͵ καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε Ποιητής͵ ἄχραντε͵ οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντα σοι προσφωνεῖν διδάξας·
Χαῖρε͵ ἡ στήλη τῆς παρθενίας· χαῖρε͵ ἡ πύλη τῆς σωτηρίας·
Χαῖρε͵ ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε͵ χορηγὲ θεϊκῆς ἀγαθότητος·
Χαῖρε͵ σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε͵ σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν·
Χαῖρε͵ ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε͵ ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα·
Χαῖρε͵ παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε͵ πιστοὺς κυρίῳ ἁρμόζουσα·
Χαῖρε͵ καλὴ κουροτρόφε παρθένων· χαῖρε͵ ψυχῶν νυμφοστόλε ἁγίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γαρ τη ψάμμω ᾠδὰς, ἂν προσφέρωμέν σοι͵ Βασιλεῦ ἅγιε͵ οὐδὲν τελοῦμεν ἄξιον͵ ὧν δέδωκας ημιν τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας͵ αὐγῇ τὸν νοῦν φωτίζουσα͵ κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε͵ ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε͵ βολις τοῦ ἀδύτου φέγγους·
Χαῖρε͵ ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε͵ ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα·
Χαῖρε͵ ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε͵ ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν·
Χαῖρε͵ τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε͵ τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον·
Χαῖρε͵ λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε͵ κρατὴρ κιρνῶν ἀγαλλίασιν·
Χαῖρε͵ ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε͵ ζωὴ μυστικῆς εὐωχίας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων͵ ἐπεδήμησε δι΄ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν Τόκον, ανυμνοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν͵ Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν͵ ἐδόξασεν͵ ἐδίδαξε βοᾶν σοι πάντας·
Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου· χαῖρε͵ ἁγία ἁγίων μείζων·
Χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι· χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε·
Χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν·
Χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος·
Χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια· χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι·
Χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε ψυχῆς τῆς ἐμῆς σωτηρία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.
Ὦ Πανύμνητε Μητερ͵ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον (γ΄)͵ δεξαμένη τὴν νῦν προσφοράν͵ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.